Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.125 Joseph. AJ 5.130 (English) >>Joseph. AJ 5.134

5.128

δὲ Ἰούδα φυλὴ καὶ Σεμεωνὶς τὰς μὲν κατὰ τὴν ὀρεινὴν τῆς Χαναναίας πόλεις εἷλον, τῶν δʼ ἐν τῷ πεδίῳ καὶ πρὸς θαλάσσῃ Ἀσκάλωνά τε καὶ Ἄζωτον. διαφεύγει δʼ αὐτοὺς Γάζα καὶ Ἀκκάρων· πεδίων γὰρ ὄντων καὶ πολλῆς ἁρμάτων εὐπορίας κακῶς ἐποίουν τοὺς ἐπελθόντας. καὶ αἵδε μὲν αἱ φυλαὶ μεγάλως ἐκ τοῦ πολεμεῖν εὐδαιμονήσασαι ἀνεχώρησαν εἰς τὰς ἑαυτῶν πόλεις καὶ κατατίθενται τὰ ὅπλα. 5.129

Βενιαμῖται δέ, τούτων γὰρ ἦν Ἱεροσόλυμα, τοῖς οἰκήτορσιν αὐτῶν συνεχώρησαν φόρους τελεῖν. καὶ οὕτως παυσάμενοι πάντες οἱ μὲν τοῦ κτείνειν οἱ δὲ κινδυνεύειν, ἐργάζεσθαι τὴν γῆν εὐσχόλουν. τὸ δʼ αὐτὸ καὶ αἱ λοιπαὶ φυλαὶ τὴν Βενιαμῖτιν μιμησάμεναι ἐποίουν καὶ τοῖς τελουμένοις ἀρκούμενοι φόροις ἐπέτρεπον τοῖς Χαναναίοις ἀπολέμοις εἶναι. 5.130

δʼ Ἐφρὰν πολιορκοῦσα Βήθηλα τέλος οὐδὲν ἄξιον τοῦ χρόνου καὶ τῶν πόνων ηὕρισκε τῆς πολιορκίας, οἱ δὲ καίπερ ἀχθόμενοι τῇ καθέδρᾳ προσεκαρτέρουν. 5.131ἔπειτα συλλαβόντες τινὰ τῶν ἐν τῇ πόλει προελθόντα ἐπὶ κομιδῇ τῶν ἀναγκαίων τινὰς πίστεις ἔδοσαν αὐτῷ παραδιδόντι τὴν πόλιν σώσειν αὐτόν τε καὶ τοὺς συγγενεῖς αὐτοῦ. κἀκεῖνος ἐπὶ τούτοις ὤμνυε τὴν πόλιν αὐτοῖς ἐγχειριεῖν. καὶ μὲν οὕτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ ἀποκτείναντες ἅπαντας τοὺς ἐνοικοῦντας εἶχον τὴν πόλιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.125 Joseph. AJ 5.130 (English) >>Joseph. AJ 5.134

Powered by PhiloLogic